Ancient Greek
P.Vind.Worp 10
Documentary Papyri, P.Vind.Worp 10
Not analysed yet
…ἑξήκοντα παραχρῆμα διὰ χειρὸς καὶ ἀποδώσειν ἐν μηνὶ Παῦνι τοῦ ἐνεστῶτος ζ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, ἐὰν δὲ μὴ ἀποδῷ ὁ ὁμολογῶν, ἐκτεῖσαι αὐτὸν τὸ προκίμενον κεφάλαιον μεθʼ ἡμιολίας καὶ τόκων τῆς πράξεως οὔσης τῇ Ταουήτει ἔκ τε τοῦ ὁμολογοῦντος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῦ πάντων καθάπερ ἐκ δίκης, καὶ δεδωκέναι τὸν ὁμολογοῦντα ἐν ὑπαλλάγματι καὶ διʼ ἐνγυήματος τοῦ προκειμένου κεφαλαίου τὸ ὑπάρχον αὐτῷ ἐν τῇ προκειμένῃ κώμῃ γ μέρος οἰκίας καὶ αὐλῆς κοινὸν καὶ ἀδιαίρετον τὸ πρότερον Στοτοήτεως Ἁρπαγάθου πρὸς τὸ μὴ ἐξεῖναι αὐτῷ πωλήσαι μηδὲ ὑποτίθεσθαι μηδὲ ἄλλως καταχρηματίζειν διὰ μηδενὸς ἄλλου μέχρι ἀποδῷ τὸ προκίμενον κεφάλαιον. ὑπογραφὴ ἰδία Αἰγυπτία γράμματος καὶ Ἑλληνική. …Σοχώτης …Πανεφρέμμεως ὁμολογῶ ἔχειν παρὰ τῆς Ταουήτεως τὰς προκειμένας ἀργυρίου δραχμὰς ἑξήκοντα ἃς καὶ ἀποδώσω ἐν μηνὶ Παῦνι τοῦ ἐνεστῶτος ἔτους ἀνυπερθέτως καθὼς πρόκειται. Σωτήριχος ἔγραψα.