Ancient Greek
P.Vind.Worp 23
Documentary Papyri, P.Vind.Worp 23
Not analysed yet
παρὰ Γεορ…φηψε… τῷ δεσπότῃ μου τῷ γεούχῳ. διὰ τὰς οὐσιακὰς χρείας τὰς ἐγκειμένας ἐν τῷ ἀποσταλέντι ὑπομνηστικῷ, ὡς μέχρι τῆς δεῦρο οὐκ ἐπέμφθησαν, καταξιώσῃ ἡ σὴ εὐλάβεια ἐνκύψασα τούτοις τὰ ἐγκείμενα ἐν αὐτῷ ἀποστεῖλαι, ἀποστεῖλαι δὲ καὶ τριάκοντα κεντηνάρια σιδήρου, ἐπειδὴ ἀναγκαίως χρεία ἐστίν. δύο δὲ τίνας τακτοῦ οἴνου εἰς σὸν λόγον καταξιώσῃ σοῦ ἡ εὐλάβεια συνωνήσασθαι καὶ ἀποστεῖλα …αὐτὸ τούτω… κ …αυτα ἀποστεῖλαι διὰ τοῦ φέροντος ταῦτα τὰ γράμματα. ἐπίδος τῷ δεσπότῃ μου τῷ εὐλαβεστάτῳ Παντονύμῳ πρεσβυτέρῳ. …Πούγωνος.