Ancient Greek
P.Warr. 14
Documentary Papyri, P.Warr. 14
Not analysed yet
Ὀσορᾶπις καὶ Φατρῆς υἱὸς Θέωνι τῷ ἀξιολογωτάτῳ πολλὰ χαίρειν. πρὸ μὲν πάντων εὐχόμεθά σε ὑγιαίνειν. καθὼς ἐνετειλάμεθα τῇ ἀδελφῇ σου Ἀρσοῦτι περὶ τῶν ἑκατὸν εἴκοσι δραχμῶν, οἴδαμεν ὅτι οὐκ ἀμελήσει δοῦναι τῇ γυναικὶ Ἀπόλλωνος καὶ ὑπομνῆσαι αὐτὴν πεπληρωμένης τοῦ τόκου τοῦ Ἁθύρ. καὶ περὶ τοῦ αὐτοῦ κεφαλαίου μαθεῖν σε δεῖ ὅτι μέλλοντες πέμψαι αὐτῇ διὰ φίλου, ἐμνήσθημέν σου, μᾶλλον ἐπικρίνοντες φίλον. καὶ οὕτως μετεβαλόμεθα τὸ κέρμα Ἁρθωνίῳ τῷ ἀδελφῷ τῆς γυναικός σου διὰ τραπέζης ὥστε σὲ μεταβαλεῖν τῇ γυναικὶ Ἀπόλλωνος καὶ σκυλῆναί σε μετʼ αὐτῆς παρὰ τὴν γυναῖκα, καὶ οὕτως ἀπολαβῆτε τὰ γράμματα ἡμῶν ἐπὶ ὑπογραφῆς ἐμοῦ τοῦ Ὀσοράπιος παρὰ γυναικὸς Ἀπόλλωνος καὶ οὕτως κομίσητε τὰ γράμματα, καὶ εὐθέως ἀναπέμψαι μοι, τῆς δὲ γυναικὸς ἐπιδούσης αὐτῆς τὴν ὑπογραφὴν, καὶ τὰ ἐμὰ γράμματα ἐν τάχει πέμψαι. τὸ γὰρ ἀργύριον μετεβαλόμεθα τῷ τραπεζίτῃ διὰ Ἁρθωνίου ἄχρις ἂν τὰ γράμματα ἡμῶν κομισθῇ. διὸ οὖν μὴ ἀμελήσῃς, ἄδελφε, ἵνα μὴ ὁ τόκος καὶ τοῦ Χοιὰκ ἡμῖν ἐπακολουθήσῃ. ἐρρῶσθαί σε εὐχόμεθα διὰ βίου. παρὰ Ὀσοράπιος στολιστοῦ ἀπόδος Θέωνι ἱερεῖ εἰς τὴν Αργευ…