Ancient Greek
P.Warr. 5
Documentary Papyri, P.Warr. 5
Not analysed yet
…γίνονται πυροῦ ἀρτάβαι Δφγ… ἐπισταλείσας μοι …ἐπακολουθούντων τῶν …ἀποδεδειγμένων …σὺν τοῖς ἐξ εὐσχημόνων, ἅς καὶ ἀποκαταστήσω ὡς πρόκιται, καὶ παραδώσω τὸν γόμον εἰς τὸν ἐν τῇ Νέᾳ πόλει χειρισμὸν τοῖς πρὸς τούτοις οὖσι σῶον καθαρὸν ἀκακούργητον ἀπὸ πάσης ναυτικῆς κακουργίας. ἔτους ιη Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Ἁδριανοῦ β. Ἀχαῖς Παθρήους τοῦ Πετεπνούθιος πίστει Διδύμου τοῦ καὶ Ἑρμαίου διʼ ἐμοῦ σερήνου γραμματέως μεμέτρημαι καὶ ἐμβέβλημαι ἀφʼ ὅρμου κερκὴ σιτολογίας Φιλαδελφίας τὰς τοῦ πυροῦ σὺν ἑκατοστῇ καὶ ἡμιαρταβίῳ τετρακισχιλίας πεντακοσίας τρεῖς ,καὶ παραδώσω καθὼς πρόκειται. Σερῆνος ἐτῶν κε ἄσημος.