Ancient Greek
P.Wash.Univ. 1 20
Documentary Papyri, P.Wash.Univ. 1 20
Not analysed yet
Φλαουίῳ Μακροβίῳ πολιτευομένῳ Ὀξυρυγχίτου παρὰ Αὐρηλίου Ὀρσεντίου καὶ Παρακλίου ἀμφοτέρων ἐκ πατρὸς Παταυρίου ἀπὸ κώμης Πανευεί τοῦ αὐτοῦ νομοῦ. διὰ τὰς καλὰς καὶ ἀγαθάς σου διοικήσεις ἀπὸ φυγῆς ἐπανελθόντες ἐπὶ τὰ οἰκία εὕρομεν …ον τὸν πρεσβύτερον τῆς καθολικῆς ἐκκλησίας τῆς κώμης διακατέχοντα καὶ αὐτὰ καὶ τὸν τόπον. εὐλόγως οὖν αὐτῷ διεστειλάμεθα τοῦτον ἡμῖν παραδοῦναι καὶ οὐκ ἠθέλησεν. διὸ τοῦτο τὸ ἔγγραφον ἐπιδίδομεν τῇ σῇ ἐμμελείᾳ ὅπως κελεύσας τοῦτον …φ… λιφθεὶς ……Φλαουίω