Ancient Greek
P.Wash.Univ. 1 22
Documentary Papyri, P.Wash.Univ. 1 22
Not analysed yet
……μεμετρη…ι εἰς …φας …μέτρῳ παραλημπτικῷ τῆς κώμης ἀρτάβας δύο γίνονται ἀρτάβαι β κεφαλαίου ὅνπερ πυρὸν νέ…ον καθαρὸν κεκοσκινευμένον τῷ μέτρῷ ᾧ καὶ παρείληφα ἐπάναγκες ἀποδώσω σοι τῷ Ἐπεῖφι μηνὶ τοῦ ἐνεστῶτος ἔτους ἕκτου ἄνευ τινὸς ὑπερθέσεως καὶ εὑρησιλογίας, γινομένης σοι τῆς πράξεως ἔκ τε ἐμοῦ τοῦ ὁμολογοῦντος καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων καθάπερ ἐκ δίκης. κύριον τὸ χειρόγραφον.