Ancient Greek
P.Wash.Univ. 1 46
Documentary Papyri, P.Wash.Univ. 1 46
Not analysed yet
ἐντάγιον ἐμοῦ Ἰωσῆφ Παησίου μονάζοντος καὶ οἰκονόμου μοναστηρίου καλουμένου Κάμπου. ἔσχον παρὰ σοῦ Κολλούθου Ἰωάννου προνοητοῦ ἐποικίου Ἀμύντου κτήματος …μ… ισ…υ…εια εἰς τὴν δεσποτείαν …τῆς ὀγδόης ἰνδικτίονος σίτου ἀρτάβας τετρακοσίας μέτρῳ τῆς οἰκονομίας καὶ πρὸς σὴν ἀσφάλειαν τοῦτο σοι ἐξεδόμην τὸ ἐντάγιον ὡς πρόκειται. ὁ αὐτὸς Ἰωσῆφ πεποίημαι τὸ ἐντάγιον τῶν τοῦ σίτου ἀρταβῶν τετρακοσίων ὡς πρόκειται. Αὐρήλιος Ἰωάννης Μούητος ἀξιωθεὶς παρʼ αὐτοῦ ἔγραψα ὑπὲρ αὐτοῦ πάροντος γράμματα μὴ εἰδότος.