Ancient Greek
P.Wash.Univ. 2 77
Documentary Papyri, P.Wash.Univ. 2 77
Not analysed yet
Ἡρακλείδῃ βασιλικῶι γραμματεῖ παρὰ Φανίου τοῦ Σαραπίωνος τῶν κατοίκων ἱππέων καὶ δημοσίου γεωργοῦ. ἐν τῶι ἐνεστῶτι μηνὶ Ἁθὺρ τοῦ ι ἔτους Καίσαρος Ἱλαρίων τις δοῦλος ἐπαφεὶς ἃ ἔχει πρόβατα ἐφʼ ἣν γεωργῶ βασιλικὴν γῆν περὶ Τακόνα ἐκ τοῦ Κράτωνος καὶ περὶ Θῶλθιν ἐκ τοῦ Σποκέους καὶ Μοσχίωνος κλήρων κατανενέμηκεν καὶ συμπεπάτηκεν τὴν γῆν πρὸς τὸ πυροσπορεῖσθαι ὑπάρχουσαν καὶ ἣν καὶ ἐξυλαμήκειν ἀράκωι ὡσαύτως συνπεπάτηκε …ε τοῖς ὅλοις …η …ι ἐν τῶι ε… …δεόντως ἀναγκασθῆι παραυτὰ διορθώσασθαι τὰ τῆς γῆς δημόσια κατʼ ἐπιβολήν, τῆς μὲν ἐκ τοῦ Κράτωνος ἑκάστης ἀρούρας πυροῦ ἀρτάβας ε, τῆς δὲ περὶ Θῶλθιν ἑκάστης ἀρούρας πυροῦ ἀρτάβας ε 𐅵δ, ἔτι δὲ καὶ ἐμοὶ τὸν ἄρακον καὶ τὰ ξυλάμητρα καὶ τὰ παρηκολουθηκότα μοι καὶ παρακολουθήσοντα τῆς γῆς χάριν βλάβη, ἀξιῶ, ἐὰν φαίνηται, προνοῆσαι, ὡς τὸ ὑπόμνημα καταχωρισθήσεται ἐν χρηματισμῶι πρὸς τὸ εἰδέναι τὸν Ἱλαρίωνα πρὸς αὐτὸν εἶναι τὰ δημόσια καθὼς προγέγραπται, πραχθησόμενον δέ μοι τὰ βλάβη καὶ δαπανήματα, ἵνα μηδὲν τῶν δημοσίων διαπέσηι. εὐτύχει.