Ancient Greek
P.Wisc. 1 12
Documentary Papyri, P.Wisc. 1 12
Not analysed yet
ὑπατείας Φλαουίων Ἀμαντίου καὶ Ἀλβίνου τῶν λαμπροτάτων Αὐρηλίῳ Ἀχιλλεῖ Ἀσκληπιάδου πρυτάνει γυμνασιαρχήσαντι βουλευτῇ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως παρὰ Αὐρηλίου Πάριτος Ἁρποκρατίωνος ἀπὸ ἐποικίου Θεαγένους η πάγου ὑδροπάροχος. ὁμολογῶ ὀμνὺς τὸν σεβάσμιον θεῖον ὅρκον τῶν δεσποτῶν ἡμῶν Αὐγούστων ἑκουσίως καὶ αὐθαιρέτως ἐγγυᾶσθαι Αὐρήλιον Ἀϊῶνα Ἀϊῶνος ἀπὸ τοῦ αὑτοῦ ἐποικίου ἀμπελουργὸν ἐπὶ τῷ αὐτὸν παραμεῖναι ἐν τῷ αὐτῷ ἐποικίῳ καὶ προσεδρεύειν τῇ καλλιεργίᾳ τοῦ αὐτοῦ χωρίου ὑπακούοντα πρὸς τὰ συνθέντα ὑπʼ αὐτοῦ ἢ ἐμὲ τὸν ἐγγυητὴν ἐπάναγκες ὑποστῆναι πάντα τὰ πρὸς αὐτὸν ζητούμενα εἰς τὸ ἐν μηδενὶ μεμφθῆναι ἢ ἔνοχος εἴην τῷ θείῳ ὅρκῳ. ὑπατείας τῆς προκειμένης Παῦνι ε. Αὐρήλιος Πάρις Ἁρποκρατίωνος ὤμοσα τὸν θεῖον ὅρκον καὶ ἐγγυῶμαι Αὐρήλιον Ἀϊῶνα Ἀϊῶνος ἀμπελουργὸν ὡς πρόκειται καὶ ἐπερωτηθεὶς ὡμολόγησα …ων Ἀπολλωνίου ἔγραψα ὑπὲρ αὐτοῦ φαμένου μὴ εἰδέναι γράμματα. διʼ ἐμοῦ Ἁρπάλου ἐγράφη. ἐγγύη Ἀϊῶν Ἀϊῶνος ἀπὸ Θεαγένους ἀμπελουργοῦ