Ancient Greek
P.Wisc. 1 17 Ro
Documentary Papyri, P.Wisc. 1 17r
Not analysed yet
…κατὰ τὰ κελευσθέντα περὶ ἐπικρίσεως τῶν προσβεβηκότων εἰς τρεισκαιδεκαετεῖς εἰ ἐξ ἀμφοτέρων γονέων μητροπολειτῶν δωδεκαδράχμων εἰσίν, δηλῶ τὸν υἱόν μου …ον μητρὸς Ταυτόριος Θοώνιος προσβεβηκέναι εἰς τοὺς τρεισκαιδεκαετεῖς τῷ ἐνεστῶτι ἐνάτῳ ἔτει Τραιανοῦ Καίσαρος τοῦ κυρίου ἀπογραφόμενον ἐπʼ ἀμφόδου Δεκάτης, ὅθεν παραγενόμενος πρὸς τὴν τούτου ἐπίκρισιν δηλῶ εἶναι μὲ ὑπερετὴν τὸ πρὶν δωδεκάδραχμον διὰ λαογραφίας γ ἔτους Δομιτιανοῦ ἀναγραφόμενον ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου τόν τε τῆς μητρὸς αὐτοῦ πατέρα Θοῶνιν Ἀμμωνίου Νοήριος μητρὸς …τετελευτηκέναι δ ἔτους Δομιτιανοῦ τὸ πρὶν ὄντα δωδεκάδραχμον διʼ ὁμολόγου λαογραφίας …ἔτους τοῦ Νέρωνος Σεβαστοῦ καὶ ὄμνυμι τὸν μέγιστον Αὐτοκράτορα Καίσαρα Νερούαν Τραιανὸν Σεβαστὸν Γερμανικὸν Δακικὸν μὴ ἐψεῦσθαι. ἔτους ἐνάτου Αὐτοκράτορος Καίσαρος Νερούα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Καισαρείου ζ. …Διονυσίου ἐπιδέδωκα τὰ προγεγραμμένα καὶ ὀμώμοκα τὸν ὅρκον …τ… …ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος.