Ancient Greek
P.Wisc. 1 18
Documentary Papyri, P.Wisc. 1 18
Not analysed yet
Θέωνι στρατηγῷ Ἀρσινοίτου Θεμίστου καὶ Πολέμωνος μερίδων καὶ Ἀρτεμιδώρῳ βασιλικῷ γραμματεῖ Θεμίστου μερίδος καὶ Ἡρᾷ κωμογραμματεῖ Θεαδελφείας παρὰ Ἀπολλω καὶ Ἥρωνος πρεσβυτέρου καὶ Ἥρωνος νεωτέρου τῶν γ Ἀπολλω τοῦ καὶ Σωκράτους ἀναγραφομένων ἐπʼ ἀμφόδου Ἱερᾶς Πύλης. ὑπάρχει ἡμῖν ἐν τῇ προκειμένῃ κώμῃ Θεαδελφείᾳ πατρικῶν ἥμισυ μέρος οἰκιῶν καὶ αἰθρίου καὶ αὐλῆς, ἐν ᾧ οὐδεὶς καταγίνεται καὶ οὐδένα ἀπογραφόμεθα εἰς τὴν τοῦ διεληλυθότος θ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου κατʼ οἰκίαν ἀπογραφὴν. διὸ ἐπιδίδομεν.