Ancient Greek
P.Wisc. 1 3
Documentary Papyri, P.Wisc. 1 3
Not analysed yet
…φη …οι στεφάνων μου οὐκ ὤνησα, ἀλλὰ παντὶ σθένει ὁμοῦ τοῖς κοινωνοῖς κατασκευασθῆναι ἐπεθέμην, οἳ καὶ νῦν ἀπόκεινται ἐν τῷ πατρίῳ ἡμῶν ἱερῷ Ἀθηνᾶς Θοήριδος θεᾶς μεγίστης. προσῆλθον δὲ μετὰ ταῦτα τῷ διασημοτάτῳ διέποντι τὴν ἡγεμονίαν Μουσσίῳ Αἰμιλιανῷ καὶ ἔτυχον ἐξ ἀντιγραφῆς τὴν ἀπὸ τῶν νόμων φιλανθρωπίαν περὶ τοῦ μὴ ἐνοχλεῖσθαι λειτουργιῶν ἕνεκεν γεγηρακότα εἰμὶ γὰρ ὅλων ὀγδοήκοντα καὶ τριῶν ἐτῶν καὶ τὰ δόξαντα τῷ μεγέθει αὐτοῦ φανερωθῆναι ὑμῖν ἐποίησα πρὸ πολλοῦ μὲν ἔτι ἄνωθεν καὶ νῦν δὲ διὰ στρατηγικοῦ ὑπηρέτου, ἀλλὰ μετὰ ταῦτα ὀνομασθεὶς εἰς διάδοσιν τοῖς γενναιοτάτοις στρατιώταις τοῖς εἰς τὴν ἄνω Αἴγυπτον πεμφθεῖσιν, εἰς ἄλλας τοῖς μετὰ τοῦτο …παραγενομένοις κρ… καὶ ταύτας ἀπεπλήρωσα τὰς λειτουργίας, καὶ παρακαλῶ, ὡς ὁρᾶτέ με ἀδύνατον καὶ τοῖς ὄμμασιν ἀσθενῆ γεγενημένον, πρὸς δὲ τούτοις ἔχοντα χάρτας τῶν ὑπὸ τοῦ κυρίου ἡμῶν Μουσσίου Αἰμιλιανοῦ τοῦ διασημοτάτου τεταγμένων, ἃς καὶ νῦν ὑμῖν δείξω, περὶ τοῦ ἐνοχλεῖν μοι μηκέτι περὶ λειτουργιῶν ἀδυνάτῳ καὶ τῷ σώματι ἀσθενεῖ ὄντι, τοῖς ἀναλώμασι δὲ τελῶ …