Ancient Greek
P.Wisc. 1 36
Documentary Papyri, P.Wisc. 1 36
Not analysed yet
Θέωνι στρατηγῷ Ἀρσινοίτου Θεμίστου καὶ Πολέμωνος μερίδων καὶ Ἀρτεμιδώρῳ βασιλικῷ γραμματεῖ Θεμίστου μερίδος καὶ Ἡρᾷ κωμογραμματεῖ Θεαδελφείας καὶ Ἥρωνι καὶ Σαταβοῦτι καὶ μετόχοις λαογράφοις τῆς αὐτῆς κώμης παρὰ Σαμβαθίου τῆς Διοδώρου τοῦ καὶ Διοσκόρου τοῦ Πετεσούχου μητρὸς Ἰσιδώρας τῶν ἀπὸ κώμης Θεαδελφείας μετὰ κυρίου τοῦ ἀδελφοῦ Πτολεμαίου ἀπογεγραμμένης καὶ ἐπὶ κώμης Ἀπιάδος. ὑπάρχει μοι καὶ ἐν τῇ προκειμένῃ κώμῃ Θεαδελφείᾳ ἀγοραστὴ οἰκία, ἐν ᾗ ἀπογράφομαι εἰς τὴν τοῦ διεληλυθότος θ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου κατʼ οἰκίαν ἀπογραφὴν ἐπὶ τῆς προκειμένης κώμης Θεαδελφείας τὸν προγεγραμμένον μου ὁμοπάτριον καὶ ὁμομήτριον ἀδελφὸν Πτολεμαῖον ἐτῶν λε καὶ τὸν τούτου υἱὸν γενάμενον αὐτῷ ἐκ τῆς συνούσης καὶ προούσης αὐτῷ γυναικὸς Ἀνουβιαίνης τῆς καὶ Ἀχιλλίδος ἀστῆς Διόσκορον τὸν καὶ Ἥρωνα ἐτῶν γ. διὸ ἐπιδίδωμι τὴν ἀπογραφήν. Ἡρᾶς κωμογραμματεὺς Θεαδελφείας διὰ Δίου ἔσχον τὸ ἴσον. ἔτους ι Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Ἐπεὶφ ιε.