Ancient Greek
P.Wisc. 2 56
Documentary Papyri, P.Wisc. 2 56
Not analysed yet
……λαμπρᾶς ἀναγραφομένου ἐπʼ ἀμφόδου Θοήριδος ἀμφόδου Θοηρείου ἐξαγορείων. γεγονὼς ἐτῶν ογ δηλῶ ἐμαυτὸν ἀναγράφεσθαι μὲν νῦν ἐπʼ ἀμφόδου Θοηρείου ἐξαγορείων ἐπικεκριμένων ἐπὶ τῇ πρὸς τὸ ιδ ἔτος θεοῦ Μάρκου κατʼ οἰκίαν ἀπογραφῇ ἐτῶν λη ἄσημον ἧς ἐπικρίσεως τὸ ἀνῆκον …μέρος ἐκλαβὼν ὑπέταξα καὶ ἐπιδίδωμι τὸ βιβλίδιον ἀξιῶν ἐνταγῆναι τοῖς εἴδεσι καὶ ὀμνύω τὴν τῶν κυρίων Αὐτοκρατόρων Σεουήρου καὶ Ἀντωνίνου καὶ Γέτα Καίσαρος Σεβαστῶν τύχην μὴ ἐψεῦσθαι. ἔτους ιζ Αὐτοκρατόρων Καισάρων Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Σεβαστῶν καὶ Πουπλίου Σεπτιμίου Γέτα Καίσαρος Σεβαστοῦ Φαμενὼθ κη. ἔστι δέ· ἔκλημψις ἐκ δημοσίας βιβλιοθήκης ἐκ πεδιακοῦ ἐπικρίσεως τῆς πρὸς τὸ ιδ ἔτος θεοῦ Μάρκου κατʼ οἰκίαν ἀπογραφῆς ἀμφόδου Θοηρείου ἐξαγορείων τάξεως στρατηγοῦ κολλήματος ζ λιβὸς ἐχόμενον Θοώνιος Ἁρπαήσιος τοῦ Θοώνιος μέρος Θοῶνις Θοώνιος τοῦ Ἁρπαήσιος μητρὸς Τασεῦτος ἄτεχνος ἄσημος ἐτῶν λη. ἐπικριθεὶς ἐτῶν λη ἄσημος.