Ancient Greek
P.Wisc. 2 61
Documentary Papyri, P.Wisc. 2 61
Not analysed yet
ὑπατείας τῶν κυρίων ἡμῶν Αὐτοκρατόρων Διοκλητιανοῦ τὸ η καὶ Μαξιμιανοῦ τὸ ζ Σεβαστῶν Αὐρηλίῳ Ὡρίωνι στρατηγῷ Ὀξυρυγχείτου νομοῦ παρὰ Αὐρηλίου Παυσίριος Πλούτου ἀπὸ κώμης …κατασπορέως. ὀμνύω τὴν τῶν κυρίων ἡμῶν Αὐτοκρατόρων Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων τύχην μεμετρηκέναι πάντα τοῦ γεωργουμένου χωρίου καὶ τὴν δὲ λημμάτων καὶ τὴν ἀναλωμάτων γνῶσιν δεδωκέναι πρὸς τὸ περι… …ον τῷ ἱερωτάτῳ ταμιείῳ. ἔστι δέ· …τοτι ὑπόστασις ἱερ… …μ ἄρουραι ……ἄρουραι ……μετρ πυρ ἄρουραι ……ε μετρ κα… κα σιτ ἄρουραι λ …ιθης… …ευτι γε…ζ… γίνονται ἄρουραι ρνα …οχ…ι τὰ ὑπάρχοντα πάντα. ἔτους κ καὶ ἔτους ιθ τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ ἔτους ιβ τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων Χοίαχ κζ. Αὐρήλιος Παυσῖρις ὀμώμοκα τὸν ὅρκον ὡς πρόκειται. Αὐρήλιος Ὧρος ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα.