Ancient Greek
P.Wisc. 2 65
Documentary Papyri, P.Wisc. 2 65
Not analysed yet
…ἀπὸ τῆς μεγάλης Ἑρμοῦ πόλεως κυβερνήτης πλοίου τῆς κυρίας Αὐρηλίῳ …ἀπὸ τῆς Ὀξυρυγχιτῶν πόλεως χαίρειν. ὁμολογῶ παρειληφέναι παρὰ σοῦ καὶ ἐμβεβλῆσθαι εἰς τὸ προκείμενον πλοῖον ἐν ὅρμῳ τῆς Ὀξυρυγχιτῶν πόλεως σίτου ἀρτάβας χιλίας δεκαπέντε ναύλου αὐτῶν χρυσοῦ νομισματίων …ἐπὶ τῷ με τὸν γόμον ἀποκομίσαι εἰς τὴν λαμπροτάτην Ἀλεξάνδρειαν καὶ παραδοῦναί σοι ἄδολον καθαρὸν ἀκακούργητον ἀπὸ πάσης ναυτικῆς κακουργίας …καὶ ἅμα τῇ ἀπογομώσει λαβεῖν με παρὰ σοῦ τὰ προκείμενα νομισμάτια. κυρία ἡ ναυλωτικὴ καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Κολλοῦθος Πάτος ……ιπ…κα…