Ancient Greek
P.Wisc. 2 67
Documentary Papyri, P.Wisc. 2 67
Not analysed yet
παρὰ Ἀνοῦπ καὶ Ἀβραάμιος οἱ ἀπὸ Ταρουθίνου ἦλθον or ἦλθαν αἰτιώμενοι Εἰρήνην ὡς βαλοῦσαν ἀμάραν εἰς τὴν γῆν αὐτῶν μὴ χρεωστούντων τοῦτο γενέσθαι πρὸς τὸ ἀρχαῖον. θέλησον ἡ θαυμασιότης παρασκευᾶσαι ἕκαστον ἔχειν τὴν ἴδιαν γῆν καὶ εἰ μὲν χρεωστοῦσιν συγχωρῆσαι αὐτὴν βαλεῖν τὴν ἀμάραν μηδὲ κωλύσαντος αὐτὴν κατὰ τὸ ἀρχαῖον εἰ δὲ οὐδέποτε ἐβλήθη ταύτην καὶ ἐπὶ τοῦ παρόντος μὴ συγχωρηθῇ ἡ γυνὴ ἐκείνη. ἀπόδος τῷ θαυμασιωτάτῳ Ἰωάννῃ βοηθῷ Ταρουθίνου παρὰ Ἀνοῦπ καὶ Ἄβραμος.