Ancient Greek
P.Wisc. 2 76
Documentary Papyri, P.Wisc. 2 76
Not analysed yet
…οινκις ταῖς ἀδελφαῖς …νλακρειτις Τααρπαήσιτι καὶ Ταυσίρι ἐν θεῷ πλεῖστα χαίρειν. πρὸ μὲν πάντων εὔχομαι τὸν θεὸν τὴν ὁλοκληρίαν ὑμῶν καὶ τῶν τέκνων ὑμῶν. καλῶς οὖν ποιήσετε, ἀδελφαὶ Τααρπαῆσι καὶ Ταυσῖρι, ἅπαντα ἑτοιμάζειν δοῦντι ὑμῖν τὴν ἐπιστολὴν ταύτην. οὐ, ἀδελφαί μου, Δίδυμος τοὺς Ἄπειδος …ρα δοῦναι εἰς τοι δύο …κατ…ει…μι. κόσμον οὖν …λο…ρ…ς ὑπαίθριος ……κράβακτοι δύο εν… …ον μετὰ τῶν πολ… …ακαντινα… …ωμε τὸν καὶ αὐτὸ αλ… …ικη σὺν τῇ βασιλ… …μου εἰμι καὶ ζ… …αι σε τάδε αὐτὴν πάντα ποιεῖν ὅπως ἔλθω πρὸς ὑμᾶς καὶ …μιλλαν. ἀσφαλῶς ταῦτα αὐτῷ δός, ἃ ἔγραψα. ἀσπάζομαι τὰ ἀβάσκαντα ὑμῶν τέκνα ἐν θεῷ καὶ τοὺς ἄνδρας ὑμῶν. ἀσπάζομαι Ἀτ…ν καὶ τὴν θυγατέρα αὐτ… …ἀσπάζομαι πάντας τα… …μου τέκνα. ἀσπάζομαι …ωνιν καὶ τὰ παιδία αὐτ… …ἀσπάζομαι πάντας τοὺς φιλοῦντας ἡμᾶς πάντας παρὰ ……ἐρρῶσθαι ὑμᾶς εὔχομαι, ἀδελφαί, Τααρπαῆσις καὶ Ταυσῖρις …ἀπόδος Τααρπαήσιτι καὶ Ταυσίριτι.