Ancient Greek
80.2.35 to 80.2.63
Documentary Papyri, P.Wisc. 2 80.2.35-63
Not analysed yet
δ Φαῆσι εἰσάγοντι φακοῦ ὄνον α ἀρτάβας δ ὡς τῆς ἀρτάβης ἡμιωβέλιον ,γίνεται διώβολον Φαῆσις ἐραυνητικοῦ ἐρίων πόκου α ἀγγείου λ, γίνεται ἡμιωβέλιον γίνεται τῆς ἡμέρας ὀβολοὶ β 𐅵. ε Ὡρίωνι κυάμου μέλανος ὄνους β ἀρτάβας η ὡς τῆς ἀρτάβης ὀβολὸς α 𐅵,γίνονται δραχμαὶ β καὶ ὀρόβου ὄνον α ἀρτάβας δ ὡς τῆς ἀρτάβης ἡμιωβέλιον ,γίνεται διώβολον Καπιτωλ ὄξους κεράμια γ ὡς τοῦ κεραμίου δραχμὴ α ὀβολὸς α 𐅵,γίνονται δραχμαὶ γ ὀβολοὶ δ 𐅵Ἀβουτ φοίνικος πατητοῦ ὄνους β ἀρτάβας η ὡς τῆς ἀρτάβης δραχμὴ α ὀβολὸς α 𐅵,γίνονται δραχμαὶ ι καὶ κυάμου μέλανος ὄνον α ἀρτάβας δ ὡς ἀρτάβης ὀβολὸς α 𐅵,γίνεται δραχμὴ α Ἀμωνιο ἐλαίου ὄνον α μετρητὰς β καὶ ἐφʼ ἑτέρων μετρητὴν α 𐅵ὡς τοῦ μετρητοῦ δραχμαὶ ε, γίνονται δραχμαὶ ιζ τριώβολον Ἠλιτ ἐλαίου ὄνον α μετρητὰς β καὶ ἐφʼ ἑτέρων μετρητὴν α 𐅵ὡς τοῦ μετρητοῦ δραχμαὶ ε, γίνονται δραχμαὶ ιζ τριώβολον γίνονται τῆς ἡμέρας δραχμαὶ νβ ἡμιωβέλιον . ϛ Ἀπολ κυάμου μέλανος ὄνους γ ἀρτάβας ιβ καὶ ἐφʼ ἑτέρῳ ἀρτάβας β ὡς τῆς ἀρτάβης ὀβολὸς α 𐅵,γίνονται δραχμαὶ γ τριώβολον Λογγίνῳ ἐφʼ ὄνοις β σκόρδων χλίβια δ ὡς τοῦ χλιβίου δραχμὴ α ὀβολὸς α 𐅵,γίνονται δραχμαὶ ε Χράτους κυάμου μέλανος ὄνους β ἀρτάβας η καὶ ἐφʼ ἑτέρων ἀρτάβας β ὡς τῆς ἀρτάβης ὀβολὸς α 𐅵,γίνονται δραχμαὶ β τριώβολον γίνονται τῆς ἡμέρας δραχμαὶ ια. ζ Πετεχ φύλλων λευκῶν ὄνον α δραχμὴ α, γίνεται δραχμὴ α Εὐανγ φοίνικος πατητοῦ ἐφʼ ὄνου ἀρτάβας β ὡς ἀρτάβης δραχμὴ α ὀβολὸς α 𐅵,γίνονται δραχμαὶ β τριώβολον Ζωιλ κυάμου μέλανος ὄνον α ἀρτάβας δ ὡς ἀρτάβης ὀβολὸς α 𐅵,γίνεται δραχμὴ α Πτολ κυάμου μέλανος ὄνον α ἀρτάβας δ ὡς ἀρτάβης ὀβολὸς α 𐅵,γίνεται δραχμὴ α Νιννατ κυάμου μέλανος ὄνον α ἀρτάβας δ ὡς ἀρτάβης ὀβολὸς α 𐅵,γίνεται δραχμὴ α Ἀνουβ ἐραυνητικοῦ ἐρίων πόκου α ἀγγείου λ, γίνεται ἡμιωβέλιον Πετοβαστ ἐλαίου ὄνους β μετρητὰς γ ὡς μετρητοῦ δραχμαὶ ε, γίνονται δραχμαὶ ιε Πετῆσις ἐλαίου ὄνους β μετρητὰς γ ὡς τοῦ μετρητοῦ δραχμαὶ ε, γίνονται δραχμαὶ ιε γίνονται τῆς ἡμέρας δραχμαὶ λϛ ὀβολοὶ γ 𐅵.