Ancient Greek
P.Wisc. 2 81
Documentary Papyri, P.Wisc. 2 81
Not analysed yet
ἔτους ἕκτου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Μεχεὶρ ἑπτακαιδεκάτῃ. παρερχομένου Καλλινείκου γενομένου κωμογραμματέως προσελθόντος τε Καλλινείκου μεθʼ ἕτερα Εὐδαίμων Καλλινείκῳ εἶπεν· τί δοκήσας ἄπορον ἄνθρωπον ἔδωκας εἰς λειτουργίαν; αἴτιος αὐτῷ φυγῆς ἐγένου αἴτιος τοῦ πραθῆναι τὰ ὄντα αὐτῷ. ἐνέχῃ ἐπιτίμοις. ἐν τῷ ταμιείῳ τὰ τιμήματα ἀποδώσεις ἀλλὰ καὶ τούτῳ τὸ τετραπλάσιον ἢ ὅσου πέπραται τὰ ὑπάρχοντα αὐτοῦ.