Ancient Greek
P.Wisc. 2 84
Documentary Papyri, P.Wisc. 2 84
Not analysed yet
…Σεμπρώνιος Σατορνίλῳ τῷ ἀδελφῷ χαίρειν. ἐκομισάμην σου δύο ἐπιστολάς, μίαν μὲν περὶ ὧν ἐδήλωσα τῷ ἀδελφῷ Μαξίμῳ, ἑτέραν δὲ περὶ τῆς κυρίας ἡμῶνμητρὸς ὡς κινδυνευσάσης αὐτῆς καὶ ἀκμὴν διακατεχομένης τῇ νωθρίᾳ. γίγνωσκε οὖν, ἀδελφέ, ἱκανῶς με ἀγωνιᾶν ἅμα μηδὲ τὰς νύκτας κοιμώμενον ἄχρις οὗ μοι δηλώσῃς πῶς διάγει ἐν τούτῳ τῷ ἀέρι. μὴ ληρήσεις ἄχρι οὗ εὕρῃς τὸν πρὸς ἐμὲ καταπλέοντα. παρηγόρησον τὸν ἀδελφὸν Μάξιμον ὡς ἐὰν δύνῃ. ἔγραψα καὶ Οὐαλερίῳ τῷ ἀδελφῷ περὶ τούτου. ἐλπίζω δὲ ὡς καὶ αὐτὸς οὐκ ἀγνοεῖ πῶς χαλεπῶς περὶ …ς διάγομεν ἀλλὰ τί ἐκτούτου ὠφελῆσαι δυνηθησόμεθα; οὐ γὰρ μόνος αὐτῆς ἐστερήθη ἀλλὰ καὶ πάντες ἡμεῖς. διὸ οὖν ὡς μηδὲν δυναμένας ποίησαι ἀλλʼ οὐδὲ ὀφέλῃς τὰ ἀνθρώπινα φρονεῖν ἐξαιρέτως ἐν τοιούτῳ καιρῷ. ἔρρωσό μοι. Σεμπρώνιος Σατορνίλᾳ τῇ μητρὶ χαίρειν. λαβοῦσα ταῦτα γράμματα αὐτῆς ὥρας δήλωσόν μοι πῶς διάγεις, οὐκ ὀλίγως γὰρ ἀγωνιῶ μέχρι οὗ μάθω τὰ περὶ σοῦ. περὶ γὰρ τοῦ ἀδελφοῦ μου Μαξίμου νῦν σοι γράψω ὅπως αὐτὸν παρηγορήσῃς. οὐκ ι…δ… ἐκ περισσοῦ …ωκω γάρ, φησιν, αὐτὰ τὰ υδ…α ἀλλὰ ἡ τοῦ καιροῦ ἀκαιρία οὐκ ἐᾷ με …ι…ενόμενος μὴ ἐκ τῆς λύπης εἰς ἄλλο τι καὶ αὐτὸς ἀποτραπῇ. οἶδα γὰρ ὅτι καὶ σὺ αὐτὴ ὑπὲρ αὐτοῦ λυπῇ ἀλλά, δέσποινα, νῆψον διὰ τὰ ἀδέλφιά μου καὶ τοῦτο ἔδει ὅτι ἴσως πεφίληκε τὰς θυγατέρας καὶ …ἀδελφὴν Σιβόρραν ἀλλὰ τί δυνάμεθα πρὸς ὃ ὁ θεὸς οὐ δύναται; ἔρρωσό μοι. ἀπόδος Οὐαλερίωι ἀδελφῶι καὶ Σατορνίλωι ἀδελφῶι παρὰ Σεμπρωνίου …