Ancient Greek
P.Wisc. 2 87
Documentary Papyri, P.Wisc. 2 87
Not analysed yet
τοῖς ἐπὶ τῶν θυσιῶν ᾑρημένοις κώμης Ναρμούθεως παρὰ Αὐρηλίου Αὐνῆ Σιλβανοῦ ἀπὸ κώμης Ναρμουθέως. ἀεὶ μὲν τοῖς θεοῖς θύων διατετέλεκα καὶ νῦν δὲ κατὰ τὰ κελευσθέντα ἐπὶ παροῦσιν ὑμῖν ἔθυσα καὶ ἔσπεισα καὶ τῶν ἱερείων ἐγευσάμην καὶ ἀξιῶ ὑμᾶς ὑποσημειώσασθαι. διευτυχεῖτε. Αὐνῆς ὡς ἐτῶν ια οὐλὴ ἀγκῶνι δεξιῶ. Αὐρήλιος Σαραπόδωρος σεσημείωμαι. Αὐρήλιος Πατῶς σεσημείωμαι Αὐρήλιος …μων σεσημείωμαι. Αὐρήλιος …πίων σεσημείωμαι. Αὐρήλιος …ώνιος σεσημείωμαι. Αὐρήλιος Ἰτῶνιν σεσημείωμαι. ἔτους α Αὐτοκράτορος Καίσαρος Γαίου Μεσσίου Κυίντου Τραιανοῦ Δεκίου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Παῦνι ι. …