Ancient Greek
P.Worp 35
Documentary Papyri, P.Worp 35
Not analysed yet
ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν. μετὰ τὴν ὑπατείαν τοῦ δεσπότου ἡμῶν Φλαουίου Μαυρικίου Τιβερίου ἔτους ιγ Θωθ κβ ἀρχῇ τῆς εὐτυχοῦς πεντεκαιδεκάτης ἰνδικτίονος ἐν Ἡρακλέους πόλει. Αὐρήλιοι Φοιβάμμων καὶ Παμουν ὁμογνήσιοι ἀδελφοὶ ἐκ πατρὸς Γεωργίου μητρὸς …ιας γεωργοὶ ἀφ’ Ἡρακλέους πόλεως Αὐρηλίῳ Μηνᾷ υἱῷ τοῦ μακαρίου Σερήνου οἰκονόμῳ τῆς ἁγίας μεγάλης φιλοπονίας καλουμένης Διὸς ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογοῦμεν μεμισθῶσθαι παρὰ σοῦ ἀπὸ τῶν ὑπαρχόντων σοι κλήρου Καινοῦ ἤτοι ἐπάνω διώρυγος Πεχιτ ἄρουρας …