Ancient Greek
P.Worp 50
Documentary Papyri, P.Worp 50
Not analysed yet
Σωκράτης Ἱερωνύμῳ τῶι ἀδελφῶι χαίρειν. μὰ τὴν σὴν σωτηρίαν καὶ τὸν κύριον Ἄμμωνα …μὴ τὰ ἐν τῇ λατομίᾳ …οὐδὲ τῶι Ἀραβάρχηι πολλὰ …υ γράψεις ἔπεμψα ἐπὶ δύο …ἆραι ὁ Σωκράτης. καλῶς δὲ ποιήσεις πέμψας μοι τοὺς δέκα δακτυλίους …ξ ἐμοῖ γὰρ ἠνέχθη δι’ ἐπιστολῆς Ῥούφου Φαουστίνου σὺν σανδάλοις διὰ τῆς ἁμάξης ἵνα σανδαλιώθῃ ὁ χαμουλκὸς πρὸς τὴν κατάσπασιν τῶν τριποδέων καὶ τῶν πλακῶν. πρὸ πάντων ἐρρῶσθαί σε ἐπιθυμῶ. ἄσπασαι Μάξιμον καὶ πάντας τοὺς σκληρουργούς. ἔρρωσο. Πάχων η