Ancient Greek
P.Worp 52
Documentary Papyri, P.Worp 52
Not analysed yet
Κρίσπος Νίγερι τῶι ἀδελφῶι χαίρειν. ἐνετειλάμην καὶ Δομιτίωι περὶ χοιροδέλφακος ἕως δραχμῶν εἴκοσι ἵνα σχῶμεν εἰς τὴν ἑορτήν. μὴ οὖν ἀμελήσῃς ἀλλὰ ἀγοράσας Δομιτίῳ παραθοῦ ἵνα ἐὰν ἀναβῇ τὰ κιβάρια, ἐμβάληται αὐτὸ ὁ πρινκιπάλις καὶ ἐνέγκῃ. ἐὰν δὲ μὴ ἔχῃς χαλκὸν, συμφώνησον καὶ …Δομιτίωι καὶ δώσομεν τῷ κιβαριάτῃ πρινκιπαλίωι καὶ οἴσει αὐτό. μὴ οὖν ἄλλως ποιήσῃς· εὐωρία γάρ ἐστιν ἐκεῖ. ἐρρῶσθαί σ’ εὔχομαι, ἄδελφε.