Ancient Greek
P.Worp 6
Documentary Papyri, P.Worp 6
Not analysed yet
Κλαύδιος Σιλβανὸς καὶ οἱ ἀδελφοὶ τῆι κυρίᾳ Ἀθηνᾶι κατὰ Λογγίνου Μάρκου. Λογγίνου, οὗ καὶ πολλά σοι κατʼ αὐτοῦ ἐντυγχάνομεν, ἐπελθόντος ἡμῖν τῶι ζῆν μηδὲν ἀδικήσασι πτωχοῖς οὖσι, μηδὲν γὰρ ἔχων κέρδος πρὸς τὸ πρᾶγμα πονηρῶς προσέρχεται, παρακαλοῦμεν ἐκδικῆσαι, καὶ γὰρ τῶι Ἄμωνι ἐνετύχεν.