Ancient Greek
P.Würzb. 1 17
Documentary Papyri, P.Würzb. 1 17
Not analysed yet
ὑπατείας Φλαουίων Βιγκωμάλλου καὶ Ὀπηλίου τῶν λαμπροτάτων Τῦβι ιγ τῆς ζ ἰνδικτίονος Αὐρήλιος Ἰσὰκ υἱὸς Σαμβᾶ ἀπὸ τῆς Ἀρσινοειτῶν πόλεως ἀπὸ ἀμφόδου Μοήρεως Φλαουίῳ Ἰωάννῃ τῷ καὶ Βασιλείῳ βιάρχῳ ἀριθμοῦ τῶν γενναιοτάτων ἱππέων κλιβαναρίων χαίρειν. ὁμολογῶ ἐσχηκέναι με παρὰ σοῦ διὰ χειρὸς εἰς ἰδίαν μου καὶ ἀναγκαίαν χρείαν χρυσίου νομισμάτια ἁπλᾶ δόκιμα δύο παρὰ κεράτια δύο χρυσοῦ νομίσματα β παρὰ κεράτια β, ἀπὸ τοῦ εἰσιόντος μηνὸς Μεχεὶρ νεομηνίᾳ τῆς ἑβδόμης ἰνδικτίωνος ἐπὶ τῷ με χορηγῆσαί σοι ὑπὲρ ἐπικερδίας ἑκάστου χρυσίνου κατὰ μῆνα …οι… χειρόγραφον Αὐρηλίου Ἰσὰκ υἱοῦ Σαμβᾶ …