Ancient Greek
9.1.1 to 9.2.41
Documentary Papyri, P.Würzb. 1 9.1.1-9.2.41
Not analysed yet
……ου πα… …Ἀντινοέων πόλ… δι… …λιτουργεῖν ἑτέρᾳ πόλει ……Ἀντωνίνου υἱοῦ αὐτοῦ πατρὸς τῶν κυρίων ἡμῶν …ὁ θεὸς πατὴρ αὐτοῦ ἔδωκε ……ν οὐ μόνον, ἀλλὰ καὶ αὐτῶν τῶν ἱερῶν …υ καὶ οὐ προυφυλάξαντο ἐν φιλοκάλοις λα…ν τῶν τε κατὰ καιρὸν ἡγεμόνων καὶ ἐπιστρατήγων …τὰς διατάξεις αὐτῶν καὶ ἀπολυσάντων …τὰς διατάξεις αὐτῶν καὶ ἀπολυσάντων …ἑτέρου ὀνόματος καὶ ἐμοῦ αὐτοῦ Ἀντινοέως ὄντος …ε ἐν τῇ ἰδίᾳ πόλει τοῦτʼ ἔστιν ἐν Ἀντινόου …οὐετρανῷ ὄντι τὸν ἀγῶνα γεγυμνασιαρχηκ …τοῦ Ἀρσινοείτου καὶ …ας πρὸς ὑπηρεσίας …καμήλους τῆς Ἡρακλείδου μερίδος …ως ἔτι ἀπὸ τοῦ Μεσορὴ μηνὸς ……ἠνάγκασέν με τοὺς καμήλους ἀπ… …κοντ… κτηνῶν ……κα… …ν… …λ… …ωι τῶν τε αὐτοκρατορικῶν καὶ ἡγεμονικῶν …ἀπολυθεὶς τῶν ἀντιγράφων ……κελεῦσαι γραφῆναι τῷ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου στρατηγῷ …τῇ ὑπηρεσίᾳ, ἵνα δυνηθῶ ἐκ τῆς σῆς βοηθείας ……μετέχειν τῶν δοθεισῶν ἡμεῖν ὑπὸ τῶν θεῶν αὐτοκρατόρων καὶ τῶν κυρίων ἡμῶν δωρεῶν. διευτύχει. ἔστι δὲ τʼ ἀντίγραφα· Αὐτοκράτωρ Καῖσαρ θεοῦ Τραιανοῦ Παρθικοῦ υἱός, θεοῦ Νέρουα υἱωνός, Τραιανὸς Ἁδριανὸς Σεβαστὸς ἀρχιερεὺς μέγιστος δημαρχικῆς ἐξουσίας τὸ …ὕπατος τὸ γ αὐτοκράτωρ πατὴρ πατρίδος Ἀντινοέων Νέων Ἑλλήνων τοῖς ἄρχουσι χαίρειν. μεθʼ ἕτερα· καὶ λειτουργιῶν πασῶν τῶν ἀλλαχοῦ ἀφίημι ἡμᾶς ἔχοντας ἤδη πόλιν, ᾗ λειτουργήσετε ……εἰς τὰς χρείας ὑμῶν αὐτῶν εἰσάγετε. ἄλλης ὁμοίως· Αὐτοκράτωρ Καῖσαρ θεοῦ Ἁδριανοῦ υἱός, θεοῦ Τραιανοῦ Παρθικοῦ υἱωνός, θεοῦ Νέρουα ἔκγονος Τίτος Αἴλιος Ἁδριανὸς Ἀντωνῖνος Σεβαστὸς ἀρχιερεὺς μέγιστος δημαρχικῆς ἐξουσίας τὸ ιε Αὐτοκράτωρ τὸ β ὕπατος τὸ δ πατὴρ πατρίδος Ἀντινοέων Νέων Ἑλλήνων τοῖς ἄρχουσι καὶ τῇ βουλῇ καὶ τῷ δήμῳ χαίρειν. καὶ ἐξ ἀρχῆς ἐφύλαξα ὑμῶν τὰς τοῦ θεοῦ πατρός μου δωρεᾶς καὶ νῦν φυλάσσω. συνεχώρησε δὲ ὑμῖν, ὅπως μὴ λειτουργοὶ ἦτε ἄλλῃ πόλει οὕτω γράψας ὅτι ἔχετε ἤδη πόλιν, ᾗ λειτουργήσετε. ἕως τούτου τὸ κεφάλαιον. ἄλλης ὁμοίως·