Ancient Greek
P.Würzb. 2 39
Documentary Papyri, P.Würzb. 2 39
Not analysed yet
Ἁρμιῦσις Παᾶπι τῶι φιλτάτωι χαίρειν καὶ διὰ παντὸς ὑγιαίνειν. γίγνωσκε, ὅτι τοσαῦτα πεποίηκα λαχάνου. χάριν τοῦ ἡμικαδίου τοῦ ἐλαίου, οὐκ ἔδωκάς μοι. καλῶς οὖν ποιήσεις ἵνα κατεγγυήσῃς αὐτό, ὡς κομίσεις. περὶ τοῦ ἐλαίου, ὡς νῦν οὐχ εὕρηκα καμήλους, ἵνα ἀποστελῶ σοι εἰς Νέσμημιν, ἀλλὰ φεύγουσιν εἰς Ὀξύρυγχα. ἐάν τι εὑρήσεις, ἀπoστελεῖς μοι. ἔρρωσο. ἔτους β Τιβερίου Καίσαρος Φαρμοῦθι ϛ. ἀπόδος Παᾶπι. …