Ancient Greek
P.Würzb. 2 44
Documentary Papyri, P.Würzb. 2 44
Not analysed yet
μετὰ τὴν ὑπατείαν Στελίχωνος καὶ Αὐρηλιανοῦ τῶν λαμπροτάτων, Μεχεὶρ κδ. Φλαουίῳ Ἀετίῳ …πολιτευομένῳ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως Αὐρήλιος Σιλβανὸς Π…λου ἀπὸ ἐποικίου σου Κ…ιου …τοῦ αὐτοῦ νομοῦ χαίρειν. ὁμολογῶ ἐσχηκέναι παρὰ σοῦ εἰς λόγον προχρείας πρὸς ὑπηρεσίαν …ν τοῦ πωμαρίου ὄντος ἐν τῷ προειρημένῳ …ἐποικίῳ χρυσοῦ νομισμάτια ἁπλᾶ δεσποτικὰ δόκιμα εὔσταθμα ἀριθμῷ τρία, γίνεται νομισμάτια γ ,ἅπερ ἐπάναγκες ἀποδώσω σοι ὁπόταν βουληθῇς ἀνυπερθέτως καὶ χωρίς τινος εὑρησιλογίας, γινομένης σοι τῆς πράξεως …