Ancient Greek
P.Yale 1 38
Documentary Papyri, P.Yale 1 38
Not analysed yet
…Λέοντι χαίρειν. …δοὺς εἴκοσι δραχμὰς ὧν σύμβολον ποιήσεις …εἰς φόρετρον καννάβεως τῆς ἀχθησομένης ἐκ τοῦ Ἀρσινοίτου καὶ τάξας τὸν στιβέα, ἤδη φρόντισον ὅπως καὶ ὑποζύγια χορηγῆται αὐτοῖς ὡς καταγαγεῖν τὰς ὀγδοήκοντα δέσμας καὶ ἄλλας ἀρτάβας τῶν ὀλυρῶν, καί μοι γράψον ἵνα εἰδῶ. εἰσὶν γὰρ τῆς Ἀπολλωνίου …ισωι ἔρρωσο.