Ancient Greek
P.Yale 1 42
Documentary Papyri, P.Yale 1 42
Not analysed yet
Νεχθοσῖρις Λέοντι τῶι ἀδελφῶι χαίρειν. ἔρρωσο καὶ Ἀπολλώνιος ὁ ἀδελφὸς καὶ Ἠπιόδωρος καὶ οἱ παρὰ σοῦ πάντες. ἔρρωμαι δὲ καὶ αὐτός. ἐμοῦ σοι γεγραφότος πλέονας ἐπιστολὰς καὶ οὐθέν μοι παρὰ σοῦ τί μοι προσπεφώνηται, τὸ πλέον ἀγωνιῶν ἕνεκα τοῦ μηδʼ ἕως τοῦ νῦν ἀκηκοέναι τὰ κατά σε, πρὸς τὸν θεὸν συνεχρώμην πολλάκις. Πρωτολάου δὲ ἀπαγγείλαντος ἡμῖν τὰ κατά σε, λίαν ἐχάρην. ἐπεὶ οὖν ἀπέσταλκα Διονυσίωι τῶι παρʼ ἡμῶν ἀποστεῖλαί μοι ἱματίδιον καὶ χιτῶνα ἀπὸ Θωὺθ οὔτε ἀπέσταλκεν ἀλλὰ οὐδὲ τοῖς παιδαρίοις ἀπέσταλκεν σιτάριον ἕως ἤδη εἰς τὴν διατροφήν. διὸ ἀξιῶ σαυτὸν παρενοχλῆσαι, ἐπὶ παραγίνονται εἰς τὴν πόλιν ἕως ιε τοῦ Χοιάχ, καὶ σαυτὸν ἐπιδοὺς ἕως τοῦ μοι ἀποσταλῆναι καὶ τοῖς παιδίοις σιτάριον δῷ. ἐὰν δὲ μὴ δῷ, γράψον μοι εἰ ἄν σοι ἀπαντήσῃ μηθὲν ὑποστειλάμενος. περὶ δὲ τῶν κατʼ ἐμέ, μὴ ἀγωνία. πάντα λίαν κατὰ λόγον γέγονεν. κατεγνωσμένοι εἰσὶν ὑπὸ τῶν χρηματιστῶν, καὶ τούτων χάριν παρακατεσχέθην ὑπὸ τοῦ διοικητοῦ, μήποτε ἀξιωθεὶς ἐμφανίσηι τῶι διοικητῆι μὴ δύνασθαι ἀχθῆναι. ὁ γὰρ βασιλεὺς αὐτὸς καθήμενος διακούει. τὸ δὲ πλέον πάντων ἐπὶ τῶν θεῶν ἐστιν. περὶ δὲ τοῦ σοῦ ἀδελφοῦ κρίνω αὐτὸν παραγενέσθαι εἰς τὴν πόλιν ἐπὶ τῶν παρόντων, ἀπολυθήσεται γὰρ ἅμα αὐτὸν καθαρὸν ποιοῦμεν ἐν τῆι πρὸς τούτους κρίσει. εὐχαριστήσεις οὖν μοι ἐπιμελούμενος τοῦ σώματος σοῦ ἵνα ὑγιαίνης. ἔρρωσο. ἔτους ιη Ἁθὺρ κε. τοπάρχηι Λέοντι …Ἀπολλωνίου δέησις …ων καὶ τοῦ ταλάντου α. …εὐθέως παραγενέσθαι …ἔτι τοὺς παρά μου …άντων τὰ ὁμολογούμενα.