Ancient Greek
P.Yale 1 51
Documentary Papyri, P.Yale 1 51
Not analysed yet
……ἱερείας Ἀρσινόης Φιλο… Πετεβεντῆτις Ἐριέως Ἀρσινοίτης Πέρσηι, τῆς ἐπιγονῆς τὸν κλῆρον ……Πετεβεντητ… …φιλ… βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης Θεῶν Φιλοπατόρων ἔτους πρώτου καὶ εἰκοστοῦ ἐφʼ ἱερέως Πτολεμαίου τοῦ Πτολεμαίου τοῦ Χρυσέρμου Ἀλεξάνδρου καὶ Θεῶν Ἀδελφῶν καὶ Θεῶν Εὐεργετῶν καὶ Θεῶν Φιλοπατόρων καὶ Θεῶν Ἐπιφανῶν, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος Τρυφαίνης τῆς Μεναπίονος κανηφόρου Ἀρσινόης Φιλαδέλφου Δημητρίας τῆς Φιλείνου ἱερείας Ἀρσινόης Φιλοπάτορος Εἰρήνης τῆς Πτολεμαίου μηνὸς Γορπιαίου ἕκτηι Φαμενὼθ ἕκτηι ἐν Κερκεσούχοις τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ἐμίσθωσεν Πετεβεντῆτις Ἐριέως Ἀρσινοίτης ἐρημοφύλαξ Ἀγαθοκλεῖ …ονταρούρωι καὶ Ἡρακλεῖ Κυδίου Πέρσηι τῆς ἐπιγονῆς τὸν ἑαυτοῦ κλῆρον ὅλον …ἡ μίσθωσις ἥδε εἰς ἔτη δύο βρεχόμενα ἀπὸ τοῦ δευτέρου καὶ εἰκοστοῦ ἔτους …ἐκφορίου κατʼ ἔτος ἄρουραν ἑκάστην πυρῶν ἀρταβῶν τεσσάρων ἐφʼ ὧι δώσουσιν Ἀγαθοκλῆς καὶ Ἡρακλῆς Πετεβεντήτει …ἔτους πυρῶν ἀρτάβας …τὰ δʼ ἐκφόρια ἀποδιδότωσαν Ἀγαθοκλῆς καὶ Ἡρακλῆς Πετεβεντήτει πυρὸν νέον καθαρὸν καὶ ἄδολον μέτρωι δικαίωι μετρήσει δικαίαι καὶ καταστήσαντες τοῖς ἰδίοις ἀνηλώμασιν εἰς Κερκεσοῦχα οὗ ἂν Πετεβεντῆτις συντάσσηι. ἐὰν δὲ μὴ ἀποδῶσι τὸν πυρὸν καθὰ προγέγραπται ἀποτεισάτωσαν Ἀγαθοκλῆς καὶ Ἡρακλῆς Πετεβεντήτει τιμὴν τῶν πυρῶν τῆς ἀρτάβας ἑκάστης ἧς ἂν μὴ ἀποδῶσι χαλκοῦ νομίσματος δραχμὰς …ι ἐν τῶι δευτέρωι καὶ εἰκοστῶι ἔτει ἡνίκαν …Ἀγαθοκλῆς καὶ Ἡρακλῆς ἀποδότωσαν αὐτῶι εἰς τὰ ἐκφόρια τοῦ …ἔτους ἀρτάβας δέκα . ἐὰν δὲ μή, ἀποτεισάτωσαν αὐτῶι Ἀγαθοκλῆς καὶ Ἡρακλῆς σὺν ἡμιολίαι ἀρτάβας δεκαπέντε εἰς τὰ ἐκφόρια …τὸ δʼ ἐκφόριον ἔσται ἄσπερμον ἀκίνδυνον παντὸς κινδύνου καὶ ἀνυπόλογον πάσης φθορᾶς πλὴν ἀβρόχου, τῆς δὲ γενομένης γῆς ἀβρόχου ἐν τῆι γῆι τῆιδε ὑπόλογος ἔστω Πετεβεντήτει εἰς τὰ ἐκφόρια τὰ προγεγραμμένα …ἀναπαυσάτωσαν Ἀγαθοκλῆς καὶ Ἡρακλῆς τὴν μεμισθωμένην αὐτοῖς γῆν κατʼ ἔτος χόρτωι ἢ ἀράκωι ἢ τήλει ἢ γένεσιν πᾶσιν οἷς ἂν βούλωνται… …ἐὰν δὲ εἰς αὐτοὺς βρεχθείσης τῆς γῆς μὴ κατασπείρωσι καθάπερ προγέγραπται τότε τὸ βλάβος ἔστω αὐτοῖς καὶ μηδὲν ἧσσον ἡ μίσθωσις ἔστω κυρία. ἀποδιδότωσαν δὲ Ἀγαθοκλῆς καὶ Ἡρακλῆς Πετεβεντήτει κατʼ ἔτος τὰ ἐκφόρια ἐπὶ τέλους τοῦ ἑκάστου ἔτους ἢ ὅταν ἡ ἄφεσις τοῦ γενήματος δοθῆι πυρὸν νέον καθαρὸν καὶ ἄδολον μέτρωι δικαίωι μετρήσει δικαίαι καὶ καταστήσαντες τοῖς ἰδίοις ἀνηλώμασιν εἰς Κερκεσοῦχα οὗ ἂν Πετεβεντῆτις συντάσσηι καὶ ἐὰν μὴ ἀποδῶσι τὸν πυρὸν καθὰ προγέγραπται ἀποτεισάτωσαν Ἀγαθοκλῆς καὶ Ἡρακλῆς Πετεβεντήτει ἑκάστης ἀρτάβης ἧς ἂν μὴ ἀποδῶσι χαλκοῦ νομίσματος δραχμὰς …ἢ τὴν πλείστην οὖσαν τιμὴν …κυριευέτω δὲ Πετεβεντῆτις τῶν καρπῶν ἕως ἂν τὰ ἐκφόρια κομίσηται. ἐὰν δέ τι πραχθῶσιν Ἀγαθοκλῆς καὶ Ἡρακλῆς ὑπὲρ Πετεβεντήτεως εἰς τὰ βασιλικὰ τὸ δὲ σύμβολον ἐπιδειξάτωσαν καὶ ὁμόλογον ὑπολογείτωσαν ἐπὶ τῶι ἐκ τῶν ἐκφορίων, ἐὰν δὲ μὴ ἐκποιῆι ἐξέστω Ἀγαθοκλεῖ καὶ Ἡρακλεῖ πρᾶξαι αὐτόν. ……ν …ου νομιος… …πενε…