Ancient Greek
P.Yale 1 61
Documentary Papyri, P.Yale 1 61
Not analysed yet
Σαραπίων ὁ καὶ Ἀπολλωνιανός στρατηγὸς Ἀρσινοίτου Θεμίστου καὶ Πολέμωνος μερίδων ὁ λαμπρότατος ἡγέμων Σουβατιανὸς Ἀκύλας κατὰ τὴν εἰς πάντα αὐτοῦ πρόνοιαν ἐκέλευσεν τὰ ἐπιδοθέντα αὐτῷ βιβλίδια ἐν Ἀρσινοίτῃ τῇ κϛ καὶ κζ καὶ μέρει τῆς κη τοῦ Φαμενὼθ μηνὸς ἀριθμῷ Αωδ προτεθέντα καὶ ἐν Ἀλεξανδρίᾳ αὐταρκέσιν ἡμέραις καὶ ἐπὶ τόπων προτεθῆναι ὁλοκλήροις ἡμέραις τρισὶν καὶ δηλωθῆναι τοῖς ἐν τῷ νομῷ ἵνα οἱ βουλόμενοι τὰ διαφέροντα ἑαυτοῖς ἐκλαβεῖν δύνωνται παραγγέλλεται οὖν τοῖς κατὰ κώμην ὅπως εἰ τυγχάνῃ τις ἐπιδοὺς βιβλίδια ἀνελθὼν εἰς τὴν μητρόπολιν τὴν ἔκληψιν ποιήσηται σεσημείωμαι ἔτους …Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Σεβαστῶν καὶ Πουβλίου Σεπτιμίου Γέτα Καίσαρος Σεβαστοῦ Πάχωνς κζ