Ancient Greek
P.Yale 1 63
Documentary Papyri, P.Yale 1 63
Not analysed yet
……ως… π …τραπέζης ἀργυρίου Σεβαστοῦ καὶ Πτολεμαικοῦ νομίσματος δραχμὰς ἑκατὸν ἓξ γίνονται δραχμὰς ρϛ κεφαλαίου καὶ τοὺς καθήκοντας τούτων τόκους ἃς εὐχρήστησα ὑμῖν κατὰ χειρόγραφον καὶ διαγραφὴν διὰ τῆς Ἀμμωνίου τοῦ συνεσταμένου ὑπὸ Σαραπίωνος καὶ ἑτέρου Σαραπίωνος τραπέζης ἐν τῷ Παῦνι μηνὶ τοῦ ἐνάτου ἔτους Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, ὃ καὶ ἀναδέδωκα ὑμῖν κεχιασμένον καὶ ἠκυρωμένον. διὸ οὐθὲν ἐγκαλῶ οὐδὲ ἐγκαλέσω ὑμῖν οὐδὲ τοῖς παρʼ ὑμῶν οὔτε περὶ τούτων οὐδὲ περὶ ἄλλου οὐδενὸς ἁπλῶς μέχρι τῆς ἐνεστώσης ἡμέρας. κυρία ἡ χείρ. ἔτους δεκάτου Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Ἐπεὶφ κγ. Ἡρακλᾶς ὃς καὶ Θοῶνις Θοῶνι ἀπέχω τὰς τοῦ ἀργυρίου δραχμὰς ἑκατὸν ἓξ κεφαλαίου καὶ τοὺς καθήκοντας τόκους καὶ οὐδὲν ἐγκαλῶ καθότι πρόκειται. ἔτους δεκάτου Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Ἐπὶφ κγ. ἔτους δεκάτου Νέρωνος.