Ancient Greek
P.Yale 1 69
Documentary Papyri, P.Yale 1 69
Not analysed yet
…ἀπὸ νουμηνίας Θὼθ τοῦ εἰσιόντος κγ ἔτους ἀφʼ ἧς καὶ αὐτὸς ἔχει ἐν μισθώσει παρὰ Κλαυδίας Ἰσιδώρας τῆς καὶ Ἀπίας …ἐπʼ ἀμφόδου Παμμένους Παραδίσου οἰκίας τόπους δύο …ἐνοικίου τοῦ ἐνιαυτοῦ ἀργυρίου δραχμῶν ὀγδοήκοντα …ἃς καὶ βεβαιουμένης τῆς μισθώσεως ἀποδότω ὁ μεμισθωμένος τῷ μεμισθωκότι ἐν δόσεσι δυσὶ διʼ ἑξαμήνου τὸ ἥμισυ. χράσθω δὲ σὺν τοῖς παρʼ αὐτοῦ τοῖς μεμισθουμένοις αὐτῷ τόποις ἐπὶ τὸν χρόνον ἀκολούθως μεθʼ ὃν παραδότω τούτους καθαροὺς ἀπὸ κοπρίων καὶ πάσης ἀκαθαρσίας ὡς παραλαμβάνει. καὶ ὁ …αριω… ὁ μεμισθωκὼς ἀναβαλεῖ θύρας εἰς τὸν τῆς οἰκίας …ἰδίαις αὐτοῦ δαπάναις καὶ μετὰ τὸν χρόνον παραδῶσι ὁ μεμισθωμένος δὲ μεμισθωκότι τὰς θύρας καὶ τὰς κλεῖδας ἢ ἀποτεισάτω οὗ ἐὰν μὴ παραδῷ τὴν ἀξίαν καὶ ὃ ἐὰν προσοφειλέσῃ ἀπὸ τῶν ἐνοικίων μεθʼ ἡμιολίας. γεινομένης τῆς πράξεως ὡς καθήκει. κυρία ἡ μίσθωσις. ἔτους κβ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνίνου Παρθικοῦ Μεγίστου Βρεττανικοῦ Μεγίστου Γερμανικοῦ Μεγίστου Εὐσεβοῦς Σεβαστοῦ Παῦνι λ …