Ancient Greek
P.Yale 1 79
Documentary Papyri, P.Yale 1 79
Not analysed yet
Ἁρποκρᾶς Σαραπάμμωνι τῶι φιλτάτῳ χαίρειν. λέγοντός σου περὶ τοῦ τραπεζίτου ὅτι ὀφείλει βεβληχέναι τὸν χαλκὸν, σαπροὺς στατῆρας ὀφείλομεν δοκιμάσαι. τὸν χαλκὸν ἐγὼ ἠμέλασα, θαυμάζων εἰ ἄνθρωπος πιστευόμενος τοῦτο ποιεῖ. εὗρον οὖν η σαπροὺς καὶ μὰ τὴν σωτηρίαν σου καὶ τῶν παιδίων μου, τοὺς γ ἐντετίναχα. ἀχρήστους ὄντας ἔπεμψά σοι τοὺς ε. ἢ ὀμοσάτω ὅτι οὔκ εἰσι αὐτοῦ ἢ ἀλλαξάτω. ἐρρῶσθαί σε εὔχομαι, φίλτατε, πανοικεί.