Ancient Greek
P.Yale 4 143
Documentary Papyri, P.Yale 4 143
Not analysed yet
Βοήθωι συγγενεῖ τοῦ βασιλέως καὶ ἐπιστρατήγωι παρὰ Ἑργέως τῆς Ὁρπαήσεως τῶν ἀπὸ Ποιμένων κώμης. Ἐπεὶ συνούσης μου Μιθροδάτηι τῶν ἐκ τῆς αὐτῆς κατὰ συγγραφὴν τροφίτιδος τούτου δὲ λιπόντος με καὶ μηδὲν ἐπιχορηγοῦντος ὧν δὲ κρατῶ τόπων διὰ ἧς τέθειταί μοι τροφίτιδος ὁ ἐνκαλούμενος Μιθρoδάτης ἐξαλλοτριοῖ τοὺς τόπους οὐ καθηκόντας αὐτῶι παρὰ τὸ καλῶς ἔχον καὶ τὴν σὴν μισοπονηρὸν αἵρεσιν, ἀξιῶ συντάξαι γραφῆναι Εὐφράνορι τῶι στρατηγῶι καταστῆσαι αὐτὸν ἐπὶ σὲ καὶ …λλα β…σ… νων. ……Εὐφράνορι· ἐὰν μὴ ……ποιῆι τὰ δίκαια …παραχρῆμα …καταστῆσαι. …ἔτους λγ Παυνι ιδ. …κατὰ τὴν ὑπογραφήν Παυνι ιδ. Ἑργέως …Εὐφράνορι τῆς Ὁρπαήσεως