Ancient Greek
P.Yale 4 160
Documentary Papyri, P.Yale 4 160
Not analysed yet
Ἰουλίωι Αὔλωι βασιλικῶι γραμματεῖ Ἀρσινοίτου Πολέμωνος μερίδος. παρὰ Πανήσιος καὶ Πακήβκιος ἀμφοτέρων Πακήβκιος τοῦ Πανήσιος μητρὸς Θαυβαροῦτος ἀπὸ κώμης Τεβτύνεως. βουλόμεθα γεωργῆσαι ἀπὸ τοῦ ἐνεστῶτος …ἔτους Τραιανοῦ Καίσαρος τοῦ κυρίου ἃς ἔχει πρ…σ…ιο… …Μαρσισούχου περὶ τ… …δημοσίοις ἐδάφεσι ἐν τ… λεγομέν…ι πλεονασμοῦ ἀρούρας ἄλλας …υ…βα λεγομένας ἀπὸ νότου τεινούσας …καὶ τελέσαι κατ’ ἔτος εἰς τὸ δημόσιον κατα… σὺν προσμετρουμένοις καὶ παντὶ λόγωι πυροῦ ἀρτάβας τρεῖς ἕκτον μέτρωι δημοσίωι, ἐὰν φαίνηται ἐπιχωρῆσαι. ὧν γείτονες νότου Ἁρποχρᾶτος τοῦ Μαρεψήμιος ἐδάφη, βορρᾶ δημόσια ἐδάφη, λιβὸς Διδύμου τοῦ Ἡρακλείδου ἐδάφη, ἀπηλιώτου ἡ προγεγραμμέν…θν… Πάνησις ἐτῶν ν, οὐλὴ …Χαιρᾶς νομογράφος εἰκόνικα, ἔτους …Τραιανοῦ Καίσαρος τοῦ κυρίου, Χοιακ β