Ancient Greek
P.Yale 4 162
Documentary Papyri, P.Yale 4 162
Not analysed yet
ἀντίγρ…. ἔτους θ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Μεχιρ κθ ἐν Τεβτυνει τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοΐτου νομοῦ. ὁμολογεῖ Δημαρχὶς Ὡρίωνος τοῦ Ὡρίωνος μητρὸς Ταπετερεῦτος τῆς καὶ Πτολέμας ἀπὸ Τεβτύνεως ὡς ἐτῶν τριάκοντα δύο οὐλὴ …οι… ἀριστερῶι μετὰ κυρίου τοῦ ἑαυτῆς ὁμοπατρίου καὶ ὁμομητρίου ἀδελφοῦ …ς ὡς ἐτῶν εἴκοσι ἓξ οὐλὴ ἀντικνημίῳ δεξιῷ συγκεχωρηκέναι μετὰ τὴν ἑαυτῆς τελευτὴν τῇ γεγονυίαι αὐτῇ ἐκ τοῦ γενομένου καὶ ἀποπεπλεγμένου ἑαυτῆς ἀνδρὸς, ὄντος δὲ καὶ ὁμοπατρίου καὶ ὁμομητρίου ἀδελφοῦ Ἀρτεμιδώρου, θυγατρὶ …τὰ λοιπὰ τὰ ὑπάρχοντα αὐτῇ Δημαρχίδι μητρικὰ …περὶ μὲν κώμην Θεογονίδα τῆς προγεγραμμένης μερίδος ἐν μιᾷ σφραγῖδι κλήρου κατοικικοῦ ἀρούρας …καὶ περὶ τὴν αὐτὴν κώμην Θεογονίδα …ἀμπελῶνα …οντα πάντα ε… …οιαμε… κλήρου κατοικικοῦ ……ρισι…ω…ατ…ρ… Ἀρτεμιδώρου τῶν ἐκ τοῦ πρὸς βορρᾶν μέρους διατεινόντων λίβα ἐπ’ ἀπηλιώτην κατ’ ἐπιβολὴν τοῦ ὄντος παντὸς ἐδάφους τῶν περὶ Θεογονίδα ἀρουρῶν ὀκτὼ κλήρου κατοικικοῦ ἀρουρῶν τεσσάρων καὶ τοῦ προωνομασμένου ἀμπελῶνος ὅσου ἐὰν ᾖ ἀρουρηδοῦ καὶ τῶν περὶ Τεβτύνιν κλήρου κατοικικοῦ ἀρουρῶν τριῶν λεγομένων ῾Ηρᾶτος καὶ τῆς ἐν τῇ κώμῃ Τεβτύνει οἰκίας τριστέγου καὶ αἰθρίου καὶ τῆς δούλης Σεραπιάδος, πρὸς αὐτοὺς τοὺς δύο Ὡρίωνα καὶ Ἀρτεμίδωρον oὔσης τῆς τῆς Δημαρχίδος κηδείας καὶ περιστολῆς καὶ ἀποδόσεως ὧν προφέρεται ἡ Δημαρχὶς ὀφείλειν Κρονίωνι Λ…ον… ἐπὶ ὑπαλλαγῇ ἀρουρῶν τεσσάρων ἀπὸ τῶν προκειμένων περὶ Θεογονίδα ἀρουρῶν ὀκτὼ ἀργυρίου δραχμῶν δισχιλίων τετρακοσίων καὶ τόκους· ὧν δραχμῶν δισχιλίων τετρακοσίων καὶ τόκων προφέρεται ἡ Δημαρχὶς εχ…ν Ἥρωνος Σου… υ…πρ…ε…