Ancient Greek
P.Yale 4 172
Documentary Papyri, P.Yale 4 172
Not analysed yet
Αὐρηλίῳ Κασίῳ ἱερεῖ ἀρχιδικαστῇ καὶ πρὸς τῇ ἐπιμελείᾳ τῶν χρηματιστῶν καὶ τῶν ἄλλων κριτηρίων· παρὰ Μάρκου Αὐρηλίου Ἡροδότου καὶ παρὰ Μάρκου Αὐρηλίου Σαραπίωνος, ὡς δὲ πρὶν ἢ λαβεῖν τὴν Ῥωμαίων πολιτείαν Σαραπίωνος τοῦ …τίου τοῦ καὶ Ἀλθαιέως, καὶ τοῦ συμβεβαιωτοῦ αὐτοῦ Μάρκου Αὐρηλίου Ἡφαιστᾶτος. συγχωρεῖ ὁ Αὐρήλιος Σαραπίων μετὰ συμβεβαιωτοῦ τοῦ Αὐρηλίου Ἡφαιστᾶτος πεπρακέναι Αὐρηλίῳ Ἡροδότῳ δουλ… ἁπλῷ χρήματι ἐκτὸς ἱερᾶς νόσου καὶ ἐπαφῆς καὶ ἀπέχειν παρ’ αὐτοῦ τὴν ἑσταμένην τιμὴν ἀργυρίου δραχμὰς δισχιλίας ὀκτακοσίας διὰ χειρὸς ἐξ οἴκου καὶ τὸν Αὐρήλιον Ἡρόδοτον παρειληφότα τὴν δούλην Ἡράκλειαν καὶ τεταγμένον τὸ ὑπὲρ αὐτῆς τ… κρατεῖν αὐτῆς καὶ κυριεύειν ……ἐπιτελεῖν περὶ αὐτῆς ……αι ὁ Αὐρήλιος …ὠνὴ δούλης Ἡρακλείας εἰς Μᾶρκον Αὐρήλιον Ἡρόδοτον