Ancient Greek
P.Yale 4 186
Documentary Papyri, P.Yale 4 186
Not analysed yet
Αὐρήλιος Ὄννωφρις υἱὸς τοῦ μακαρίου Ἀμμωνίου μητρὸς Θέκλας γεωργὸς ἀπὸ κώμης Kαινοῦ Σχολαστικοῦ τοῦ Ὀξυρυγχίτου νομοῦ Ἰωάννῃ υἱῷ τοῦ μακαρίου Φοιβάμμωνος ἀπὸ κώμης Ἱππῶνος τοῦ Ἡρακλεοπολίτου νομοῦ χαίρειν. ὁμολογῶ ἐγὼ ὁ προγεγραμμένος Ὄννωφρις διὰ ταύτης μου τῆς ἐγγράφου ἀσφαλείας ἐσχηκέναι παρὰ σοῦ διὰ χειρὸς εἰς χεῖράς μου εἰς ἰδίαν μου καὶ ἀναγκαίαν χρείαν κεφαλαίου χρυσοῦ νομισμάτια ὀγδοήκοντα γίνεται χρυσοῦ νομισμάτια π ἀπὸ κερατίων κβ 𐅵καὶ τοῦτο ἐδεξάμην εἰς τιμὴν ἐκ πλήρους στιππίου κονχισθέντος ἀπὸ ἑξήκοντα λιτρῶν ἑκάστου νομισματίου καμπάνῳ τῷ δωκαίου τουτέστιν στιππίου κογχισθέντος Δω. καὶ ταῦτα ὁμολογῶ ἑτοίμως ἔχειν παρασχεῖν σοι ἐν τῷ Παυνι μηνὶ τῆς παρούσης δ ἰνδικτίονος. εἰ δὲ μὴ ἐπιπληρώσω σοι στίππιον κογχισθὲν ἕως τῆς αὐτῆς προθεσμίας ἀναμφιβόλως