Ancient Greek
P.Zen.Pestm. 20
Documentary Papyri, P.Zen.Pestm. 20
Not analysed yet
ἔτους λδ Φαμενῶφι θ. ὁμολογεῖ Ἀσκληπιάδης Λύκιος τῶν Νικάνορος κληροῦχος ἀρουρῶν ο ἔχειν δάνειον παρὰ Ζήνωνος τοῦ Ἀγρεοφῶντος Καυνίου τῶν περὶ Ἀπολλώνιον τὸν διοικητὴν ἀργυρίου δραχμὰς τέσσαρας . εἰς δὲ τοῦτο ὑπολογησάτω αὐτῶι Ζήνων εἰς τὰ γινόμενα ἐκφόρια τοῦ λε ἔτους σῖτον ὡς ἂν ἐπὶ τῆς ἅλω πωλῆται ἐν Μοιθύμει τοῦ Μεμφίτου. ἔγραψεν τὸ σύμβολον Αρ…ης διδάσκαλος Ἀσκληπιάδου συντάξαντος. Ἀσκληπιάδης ὧν ἔχει εἰς τὸ ἐκφόριον τοῦ λε ἔτους δραχμὰς δ, ἀνθʼ ὧν ὑπολογηθήσεται σῖτος.