Ancient Greek
P.Zen.Pestm. 36
Documentary Papyri, P.Zen.Pestm. 36
Not analysed yet
Μένης Ζήνωνι χαίρειν. μετὰ τὸ ἀποστεῖλαι τὴν πρότερον γραφεῖσαν ἐπιστολήν, μικρῶι ὕστερον συνέλαβον Στάχυν …ἀπαγαγὼν εἰς τὰ Ἀμύντου παρέδωκα μετὰ τῶν ἄλλων παιδαρίων. καὶ τήνδε νῦν γεγράφαμέν σοι ἵνα εἰδὼς μὴ ἀγωνιαῖς. ἔρρωσο. ἔτους κθ Δαισίου …Ζήνωνι. Μένης περὶ Στάχυος. ἔτους κθ Δαισίου κα, ἐν Ἀρσινόηι.