Ancient Greek
P.Zen.Pestm. 39
Documentary Papyri, P.Zen.Pestm. 39
Not analysed yet
Παταικίων Ζήνωνι χαίρειν. ἔγραψάς μοι δοῦναι τὸν ὄνον Ἰσιδώρωι, ἐὰν παρῆι, ἢ καὶ τοῖς παρʼ αὐτοῦ, κομίσασθαι δέ με παρʼ αὐτοῦ τὸν ὄνον ἀνθʼ οὗ δίδωμι αὐτῶι. οὐκ ἔφη οὖν Ἀπολλόδοτος ὁ παρʼ Ἰσιδώρου παρεῖναι τὸν ὄνον, ἀλλὰ ἐν Ἡρακλήους πόλει εἶναι. οὐκ ἔδοξεν οὖν μοι χρήσιμον εἶναι ἀποδοῦναι τὸν ὄνον ἕως τοῦ ἐκεῖνον κομίσασθαι. ἀπέσταλκα δὲ τὸν ὀνηλάτην εἰς Ἡρακλήους πόλιν δοὺς αὐτῶι ἐφόδιον δραχμὰς δ· οὐ γὰρ ἠβούλετο πορεύεσθαι, ἂν μὴ ἐφόδιον λάβηι. ἔχει δὲ καὶ παρὰ Ἀπολλοδότου ἐπιστολήν, ὅπως δῶσίν μοι τὸν ὄνον. ἔρρωσο. ἔτους λε Χοιάιχο α Ζήνωνι. ἔτους λε Χοιὰχ ….