Ancient Greek
P.Zen.Pestm. 41
Documentary Papyri, P.Zen.Pestm. 41
Not analysed yet
Παῧς Ζήνωνι χαίρειν. σύ μʼ ἐξέθρεψας ἐν Αἰγύπτωι, δύνασαί με καὶ ὧδε ἐκθρέψαι. ἔλεγές μοι διελθεῖν εἰς τὸ λογιστήριον καὶ ζητῆσαι Ἡλιόδωρον. οὗτος δύναταί με καταστῆσαι σκευοφύλακα· Ἀμύνανδρος ἐστι τριήραρχοςτῆς ἐννήρους. σὺ οὖν μοι ἀπόστειλον ἵνα μοι γένηται τὸ τάχος, ἵνα μὴ ἄλλος παρέληταί μου. ἔρρωσο. Παῧς.