Ancient Greek
P.Zen.Pestm. 46
Documentary Papyri, P.Zen.Pestm. 46
Not analysed yet
…ι Ζήνωνι χαίρειν. τὰ πέντε ζεύγη ἀπεστάλκαμεν πρὸς σέ. καλῶς οὖν ποιήσεις ἐπιμέλειαν ποιησάμενος ὅπως τά τε ἐπιτήδεια καὶ οἱ γενόμενοι μισθοὶ εὐτάκτως διδῶνται καὶ ὡς ἂν ἀπεργάσωνται τὰς εἴκοσι ἀρούρας ἄφες αὐτά. ἔρρωσο. ἔτους λδ Φαῶφι ιδ Ζήνωνι.