Ancient Greek
P.Zen.Pestm. 48
Documentary Papyri, P.Zen.Pestm. 48
Not analysed yet
Διόδωρος Ἀπολλωνίωι χαίρειν. ἀπέσταλκά σοι τὴν διαγραφὴν τῶν ἔργων ἐν τίσιν ἐστίν, ὅπως εἰδῇς. τὰ μὲν λίθινα καὶ πλίνθινα οὐθὲν ἐπικωλύσει, τὰ δὲ ξύλινα ἡμᾶς ἐφέξει· ξύλα γὰρ οὔτε εἰς ὑπέρθυρα οὔτε εἰς ἐπιστύλια ὑπάρχει. ἔρρωσο. ἔτους κη Μ… Ἀπολλωνίωι.