Ancient Greek
P.Zen.Pestm. 50
Documentary Papyri, P.Zen.Pestm. 50
Not analysed yet
οἱ ἱερεῖς τῆς Ἀφροδίτης Ἀπολλωνίωι τῶι διοικητῆι χαίρειν. καθάπερ καὶ ὁ βασιλεὺς γέγραφέν σοι δοῦναι εἰς τὴν ταφὴν τῆς Ἕσιτος ζμύρνης τάλαντα ἑκατόν ,καλῶς ἂν ποιήσαις συντάξας δοθῆναι. οὐ γὰρ ἀγνοεῖς ὅτι οὐκ ἀνάγεται ἡ Ἕσεις εἰς τὸν νομὸν ἐὰν μὴ ἕτοιμα ἔχωμεν τὰ δέοντα ὅσα ποτὲ χρείαν ἔχουσιν εἰς τὴν ταφήν, διὰ τὸ αὐθημερὸν …. γίνωσκε δὲ εἶναι τὴν Ἕσιν Εἶσιν· αὐτὴ δέ σοι δοίη ἐπαφροδισίαν πρὸς τὸν βασιλέα. ἔρρωσο. ἔτους κη Ἁθὺρ ιε.