Ancient Greek
P.Zen.Pestm. 52
Documentary Papyri, P.Zen.Pestm. 52
Not analysed yet
ὑπόμνημα Βίωνι παρὰ Ἰσοκράτους οἰνοποιοῦ. περὶ τῆς ὑφάμμου τῆς ἐν τῆι ἐμῆι μερίδι ῥῖποι ὅπως γένωνται καὶ περιφραχθῆι κύκλωι τὸ κτῆμα, ἵνα μήτε ὁ βλαστὸς ὑπὸ τῶν βοῶν κατέσθηται μήτε ἡ ὑπώρα ὑπὸ τῶν ὑαινῶν καὶ τῶν ὄνων κατέσθηται διὰ τὸ πρὸς τῆι κώμηι εἶναι. ἐὰν οὖν περιφραχθῆι ἡ ὑπώρα γένημα ἔσται.